Waltey

Prevod

An old woman suffering from an eye ailment asked a physician to treat her for a fee. Before witnesses, she agreed that if he cured her eyes, she would pay him handsomely; but if she was not cured and the ailment persisted, she would pay him nothing. With this settled, each time the physician applied his treatment to her eyes, he stole a little more of her belongings. Before long he cured her and demanded the agreed fee. But when the old woman regained her sight and saw none of her belongings in her house, she refused to pay him anything. The physician kept pressing her for payment, and when she continued to put him off, he brought her before the magistrates. Standing before them, she said, “This man is telling the truth in what he says: I did promise to pay his fee if I recovered my sight, and to pay him nothing if my ailment persisted. Now he claims that I am cured, but I say that the opposite has happened to me. For when my eyes were diseased, I could see all sorts of furnishings and valuables in my house; but now, when he claims that I can see, I cannot see a single thing.”

The fable shows how wicked people, through greed, unwittingly bring about their own exposure.

Izvirnik

Γυνὴ πρεσβῦτις τοὺς ὀφθαλμούς νοσοῦσα, ἰατρόν τινα ἐπὶ μισθῷ ἰατρεῦσαι αὑτὴν παρεκάλει, στοιχήσασα ἐνώπιον μαρτύρων, ὅτι ἐὰν θεραπεύσῃ αὐτῆς τοὺς ὀφθαλμοὺς, πολὺν λήψεται παρʼ αὐτῆς τὸν μισθόν· ἐὰν δὲ μὴ θεραπευθῇ, ἐπιμείνῃ δὲ ἡ ἀῤῥωστία, μηδὲν αὐτῷ παράσχῃ. Καὶ οὕτω γενομένου, ὅσον ὅσον ὁ ἰατρὸς ἐπετίθει τοῖς ὀφθαλμοῖς αὐτῆς τὴν ἰατρείαν, κατʼ ὀλίγον ὀλίγον τὰ προσόντα αὐτῇ ἔκλεπτε. Μετʼ οὐ πολύ δὲ θεραπεύσας αὐτὴν, ἐζήτει τὸν στοιχηθέντα μισθόν. Ἀναβλέψασα τοίνυν ἡ γραῦς, ὡς οὐδὲν τῶν προσόντων αὐτῇ ἐθεάσατο ἐν τῇ οἰκίᾳ αὐτῆς, οὐδὲν ἐδίδου αὐτῷ. Ὡς οὖν ἐπέμενεν ὁ ἰατρὸς ἐκβιάζων αὐτὴν, ἐκείνη δὲ ἀνεβάλλετο, ἀπήγαγεν αὐτὴν πρὸς τοὺς ἄρχοντας. Στᾶσα οὖν ἐνώπιον αὐτῶν ἔφη· ,,ὁ ἄνθρωπος οὗτος, καθὼς λέγει, ἀλήθειαν λέγει· ἐπηγγειλάμην γὰρ δοῦναι αὐτῷ τὸν μισθὸν, ἐὰν καλῶς ἀναβλέψω· ἐὰν δὲ ἐπιμείνω τῇ ἀῤῥωστίᾳ, ἵνα μηδὲν παρέξω αὐτῷ. Νῦν οὖν φάσκει, ὅτι ἐθεραπεύθην· ἐγὼ δὲ τοὐναντίον λέγω παθεῖν με· ὅτε γὰρ τοὺς ὀφθαλμούς ἐνόσουν, τότε καὶ σκεύη διάφορα καὶ χρήματα ἔβλεπον ἐν τῇ οἰκίᾳ μου· νυνὶ δὲ, ὅτε αὐτὸς φάσκει βλέπειν με, οὐδὲν δύναμαι ἄρτι θεάσασθαι.

Ὁ μῦθος δηλοῖ, ὅτι οὕτω καὶ οἱ πονηροὶ τῶν ἀνθρώπων διὰ πλεονεξίαν λανθάνουσι καθʼ ἑαυτῶν τὸν ἔλεγχον ἐπισπώμενοι.

Nalagam bralnik