Prevod
A hunter had caught a hare and was carrying it along the road when he met a man on horseback, who asked to see the hare under the pretense of buying it. Once the horseman had taken the hare from the hunter, he immediately galloped away. The hunter ran after him, imagining he could catch him. But when the horseman was far ahead, the hunter reluctantly called out to him, “Go on, then! I have already made you a present of the hare.” The fable shows how many people, when their possessions are taken from them against their will, pretend to have given them away freely.
Izvirnik
Ἀνήρ τις θηρευτὴς, λαγωὸν κατασχὼν καὶ τοῦτον ἐπιφερόμενος, τῆς ὁδοιπορίας εἴχετο, καί τινι προσυπαντηθεὶς ἐφίππῳ ἀνδρὶ, ἐζητεῖτο παρʼ αὐτοῦ τὸν λαγωὸν, προσχήματι ἀπεμπολήσεως. Λαβὼν τοίνυν ὁ ἱππεὺς τὸν λαγωὸν ἀπὸ τοῦ θηρευτοῦ, εὐθὺς δρομαῖος ᾤχετο· ὁ δὲ θηρευτὴς κατόπιν αὐτοῦ τρέχων, φθάσαι αὐτὸν δῆθεν ἐδόκει. Τοῦ δὲ ἱππέως ἐκ πολλοῦ τοῦ διαστήματος μακρὰν ἐκείνου ἀπέχοντος, ὁ θηρευτὴς καὶ ἄκων φωνεῖ πρὸς αὐτὸν καί φησιν· ,, ἄπιθι λοιπόν· ἐγὼ γὰρ ἤδη τὸν λαγωὸν ἐδωρησάμην σοι.“
Ὁ μῦθος δηλοῖ, ὡς πολλοὶ ἀκουσίως τὰ ἰδια ἀφαιρούμενοι, προσποιοῦνται δῆθεν ἑκοντὶ ταῦτα δεδωκέναι.