Waltey

Prevod

Winter mocked Spring and reproached him: “As soon as you appear, no one keeps still any longer. One man goes off to the meadows and groves, eager to gather flowers and lilies, or perhaps a rose, to feast his eyes on them and tuck them into his hair. Another boards a ship and crosses the sea, perhaps to visit people in distant lands. No one gives another thought to winds or heavy rains. But I am like a ruler and an absolute master: I command people to look not up at the sky but down at the ground, to fear and tremble; and sometimes I make them glad to spend the whole day indoors.” “And that is precisely why,” Spring replied, “people would be delighted to be rid of you. My very name, on the other hand, seems lovely to them—indeed, by Zeus, the loveliest of names! So they remember me even when I am absent, and rejoice when I appear.”

Izvirnik

Χειμών ἔσκωψε εἰς τὸ ἔαρ, καὶ αὐτὸ ὠνείδισεν, ὅτι εὐθύς φανέντος ἡσυχίαν ἄγει ἔτι οὐδεὶς, ἀλλʼ ὁ μέν τις ἐπὶ λειμῶνας καὶ ἄλση γίνεται, ὅτῳ ἂρα φίλον δρέπεσθαι ἀνθέων καὶ κρίνων, ἤ καὶ ῥόδον τι, περιαγαγεῖν τε τοῖς ἑαυτοῦ ὄμμασιν, καὶ παραθέσθαι [ἢ] παρὰ τὴν κόμην· ὁ δὲ ἐπιβὰς νεὼς καὶ διαβαίνων πέλαγος, ἢν τύχῃ, παρʼ ἄλλους ἤδη ἀνθρώπους ἔρχεται· καὶ ὅτι ἅπαντες ἀνέμων ἢ πολλοῦ ἐξ ὄμβρων ὕδατος ἔχουσι φροντίδα οὐκέτι. μἄγώ δʼ“ ἔφη ,, ἂρχοντι καὶ αὐτοδεσπότῃ ἔοικα, καὶ οὐδὲ εἰς οὐρανὸν, ἀλλὰ κάτω που καὶ εἰς τὴν γῆν ἐπιτάττω βλέπειν, καὶ δεδιέναι καὶ τρέμειν, καὶ ἀγαπητῶς διημερεύειν ἔστιν ὅτε οἴκοι ἠνάγκασα.“ ,,Τοιγαροῦν “ ἔφη τὸ ἔαρ ,,σοῦ μὲν καὶ ἀπαλλαγεῖεν ἂν ἄνθρωποι ἀσμένως· ἐμοῦ δὲ αὐτοῖς καλὸν καὶ αὐτὸ εἶναι δοκεῖ τοὔνομα, καὶ νὴ μὰ Δία γε ὁνομάτων κάλλιστον, ὥστε καὶ ἀπόντος μέμνηνται καὶ φανέντος ἐπαγάλλονται.

Nalagam bralnik