Waltey

Prevod

A soothsayer sat in the marketplace, telling fortunes. Suddenly someone came up and told him that all the windows of his house stood wide open and everything inside had been stolen. With a groan, he leapt to his feet and hurried away. Seeing him running, someone called out, “You there! You claim to foresee what will happen to others—couldn’t you foretell your own misfortune?” This fable applies to those who manage their own lives badly yet try to look after matters that are none of their concern.

Izvirnik

Μάντις, ἐπʼ ἀγορᾶς καθήμενος, διελέγετο. Ἐπιστάντος δέ τινος αἴφνης καὶ ἀπαγγείλαντος, ὡς αἱ τῆς οἰκίας αὐτοῦ θυρίδες ἀναπεπταμέναι τε πᾶσαι εἶεν καὶ πάντα τὰ ἔνδον ἀφῃρημένα, ἀνεπήδησέ τε στενάξας καὶ δρομαῖος ᾔει. Τρέχοντα δέ τις αὐτὸν θεασάμενος „ὦ οὖτος,“ εἶπεν „ὁ τἀλλότρια πράγματα προειδέναι ἐπαγγελλόμενος, τὰ σαυτοῦ οὐ προεμαντεύου;“

Ὁ μῦθος πρὸς τοὺς τὸν μὲν ἑαυτῶν βίον φαύλως διοικοῦντας, τῶν δὲ μηδὲν αὐτοῖς προσηκόντων προνοεῖσθαι πειρωμένους.

Nalagam bralnik