Waltey

Prevod

A tuna, pursued by a dolphin, was racing along with a great rush when, just as it was about to be caught, the force of its headlong flight flung it unawares onto a beach. The dolphin, carried along by the same momentum, was stranded beside it. When the tuna turned and saw the dolphin gasping its last, it said, “Now death is no longer bitter to me, for I see that the one who caused my death is dying with me.” The fable shows that people bear their misfortunes more easily when they see those responsible dying alongside them.

Izvirnik

Θύννος, διωκόμενος ὑπὸ δελφῖνος καὶ πολλῷ τῷ ῥοίζῳ φερόμενος, ἐπειδὴ καταλαμβάνεσθαι ἔμελλεν, ἔλαθεν ὑπὸ τῆς σφοδρᾶς ὁρμῆς ἐκκρουσθεὶς εἰς τινα ᾐόνα· ὑπὸ τῆς αὐτῆς δὲ φορᾶς ἐλαυνόμενος καὶ ὁ δελφὶν αὐτῷ συνεξώσθη. Καὶ ὁ θύννος, ὡς ἐθεάσατο ἐπιστραφεὶς αὐτὸν λειποψυχοῦντα, ἔφη· „ἀλλʼ ἔμοιγε οὐκέτι λυπηρὸς ὁ θάνατος· ὁρῶ γὰρ καὶ τὸν αἴτιόν μου τοῦ θανάτου γενόμενον συναποθνήσκοντα.“

Ὁ λόγος δηλοῖ, ὅτι ῥᾷον φέρουσι τὰς συμφορὰς οἱ ἄνθρωποι, ὅταν ἴδωσι καὶ τοὺς αἰτίους τούτων συναποθνήσκοντας.

Nalagam bralnik