Waltey

Prevod

A wealthy Athenian was sailing with some companions. When a violent storm arose and the ship capsized, all the others began swimming, but the Athenian kept calling upon Athena, promising her countless offerings if he were saved. One of his fellow castaways swam past and said to him, “Call on Athena, but move your arms as well.” Those who fall into misfortune must also make an effort on their own behalf, and only then ask the gods for help.

Izvirnik

Ἀνὴρ πλούσιος Ἀθηναῖος μεθʼ ἑτέρων τινῶν ἔπλει. Καὶ δὴ χειμῶνος σφοδροῦ γενομένου, καὶ τῆς νεὼς περιτραπείσης, οἱ μὲν λοιποὶ πάντες διενήχοντο, ὁ δὲ Ἀθηναιτς παρʼ ἕκαστα τὴν Ἀθηνᾶν ἐπικαλούμενος μυρία ἐπηγγέλλετο, ἐὰν περισωθῇ. Εἷς δέ τις τῶν συννεναυαγηκότων παρανηχόμενος ἔφη πρὸς αὐτόν· ,,σὺν Ἀθηνᾷ καὶ χεῖρα κίνει.“

Τοὺς εἰς συμφορὰς ἐμπίπτοντας χρὴ καὶ αὐτοὺς ὑπὲρ ἑαυτῶν κοπιᾶν, καὶ εἶθʼ οὕτως τοῦ θεοῦ περὶ βοηθείας δέεσθαι.

Nalagam bralnik