Waltey

Prevod

When Zeus made man, he gave him a short life. But man, using his own ingenuity, built himself a house when winter came and took shelter there. Once, when the cold was bitter and Zeus sent down rain, a horse, unable to endure the weather, came running to the man and begged him for shelter. The man said he would grant it only if the horse gave him some of his own years of life. The horse gladly agreed. Not long afterward an ox arrived, likewise unable to bear the winter. Again the man refused to take him in unless he gave up a certain number of his own years; so he too gave a portion of his life and was welcomed inside. Last of all came a dog, perishing with cold, and he too obtained shelter by surrendering part of his allotted span. And so it came about that human beings, during the years Zeus gave them, are innocent and good; when they reach the horse’s years, they become boastful and proud; when they enter the ox’s years, they grow domineering; and those who live through the dog’s years become ill-tempered and snappish.

This fable might be told to an old man who is irascible and ill-natured.

Izvirnik

Ζεὺς ἄνθρωπον ποιήσας ὀλιγοχρόνιον αὐτὸν ἐποίησεν· ὁ δὲ τῇ ἑαυτοῦ συνέσει χρώμενος, ὅτε ἐνίστατο ὁ χειμων, οἶκον ἑαυτῷ κατεσκεύαζε, καὶ ἐνταῦθα διέτριβε. Καὶ δή ποτε σφοδροῦ κρύους γενομένου, καὶ τοῦ Διὸς ὕοντος, ἵππος ἀντέχειν μὴ δυνάμενος ἧκε δρομαῖος πρὸς τὸν ἄνθρωπον, καὶ τούτου ἐδεήθη, ὅπως σκέπῃ αὐτόν. Ὁ δʼ οὐκ ἄλλως ἔφη τοῦτο ποιήσειν, εἰ μὴ τῶν οἰκείων ἐτῶν μέρος αὐτῷ δῷ. Τοῦ δὲ ἀσμένως παραχωρήσαντος, παρεγένετο μετʼ οὐ πολὺ καὶ βοῦς, οὐδʼ αὐτὸς δυνάμενος ὑπομένειν τὸν χειμῶνα. Ὁμοίως δὲ τοῦ ἀνθρώπου μὴ πρότερον ὑποδέξεσθαι φάσκοντος, ἐὰν μὴ τῶν ἰδίων ἐτῶν ἀριθμόν τινα παράσχῃ, καὶ αὐτὸς μέρος δοὺς ὑπεδέχθη. Τὸ δὲ τελευταῖον κύων ψύχει διαφθειρόμενος ἧκε, καὶ τοῦ ἰδίου χρόνου μέρος ἀπονείμας σκέπης ἔτυχε. Οὕτω τε συνέβη τοὺς ἀνθρώπους, ὅταν μὲν ἐν τῷ τοῦ Διὸς χρόνῳ γένωνται, ἀκεραίους τε καὶ ἀγαθοὺς εἶναι· ὅταν δὲ εἰς τὰ τοῦ ἵππου ἔτη γένωνται, ἀλαζόνας τε καὶ ὑψαύχενας εἶναι· ἀφικνουμένους δὲ εἰς τὰ τοῦ βοὸς ἔτη ἀρχικοὺς ὑπάρχειν· τοὺς δὲ τὸν τοῦ κυνὸς χρόνον ἀνύοντας ὀργίλους καὶ ὑλακτικοὺς γίνεσθαι.

Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς πρεσβύτην θυμώδη καὶ δύστροπον.

Nalagam bralnik