Waltey

Prevod

A man was preparing a feast to entertain some of his friends and family. His dog invited another dog, saying, “Come, my friend, and dine with me.” The other dog came gladly and stood gazing at the lavish feast, exclaiming in his heart, “Oh, what unexpected joy has come my way! I shall eat my fill and feast so heartily that I shall not feel the least hunger tomorrow.” As the dog said this to himself, wagging his tail in his confidence in his friend, the cook saw him swishing his tail to and fro, seized him by the legs, and promptly flung him out of the window. After landing, he went off yelping loudly. One of the dogs he met along the road asked him, “How was your dinner, my friend?” He replied, “I drank so much and got so thoroughly drunk that I do not even know which way I came out.” The fable shows that we should not trust those who promise to do us favors at someone else’s expense.

Izvirnik

Ἄνθρωπός τις ἡτοίμαζε δεῖπνον, ἑστιάσων τινα τῶν φίλων αὐτῷ καὶ οἰκείων. Ὁ δὲ κύων αὐτοῦ ἄλλον κύνα ἐκάλει, λέγων· ,,ὠ φίλε, δεῦρο συνδείπνησόν μοι.“ Ὁ δὲ προσελθὼν χαίρων ἵστατο, βλέπων τὸ μέγα δεῖπνον, βοῶν ἐν τῇ καρδίᾳ· ,,βαβαὶ, πόση μοι χαρὰ ἄρτι ἐξαπιναίως ἐφάνη· τραφήσομαί τε γὰρ, καὶ εἰς κόρον δειπνήσω, ὥστε με αὔριον μηδαμῆ γε πεινᾶσαι.“ Ταῦτα καθʼ ἑαυτὸν λέγοντος τοῦ κυνὸς, καὶ ἅμα σείοντος τὴν κέρκον, ὡς δὴ εἰς τὸν φίλον θαβῥοῦντος, ὁ μάγειρος, ὡς εἶδε τοῦτον ὧδε κἀκεῖσε τὴν κέρκον περιστρέφοντα, κατασχών τὰ σκέλη αὐτοῦ, ἔῤῥιψε παραχρῆμα ἔξωθεν τῶν θυρίδων. Ὁ δὲ κατιὼν ἀπῄει μεγάλως κράζων. Τῶν τις δὲ κυνῶν, τῶν καθʼ ὁδὸν αὐτῷ συναντώντων, ἐπηρώτα· ,,πῶς ἐδείπνησας, φίλος;“ Ὁ δὲ πρὸς αὐτὸν ὑπολαβὼν ἔφη· ,,ἐκ τῆς πολλῆς πόσεως μεθυσθεὶς ὑπὲρ κόρον, οὐδὲ τὴν ὁδὸν αὐτὴν, ὅθεν ἐξῆλθον, οἶδα.“

Ὁ μῦθος δηλοῖ, ὅτι οὐ δεῖ θαῤῥεῖν τοῖς ἐξ ἀλλοτρίων εὖ ποιεῖν ἐπαγγελλομένοις.

Nalagam bralnik