Prevod
A dove kept in a dovecote was boasting of her many young. A crow who heard her said, “My dear, stop boasting about that: the more young you have, the more sorrows you gather.” So too, the most unfortunate of slaves are those who bear many children in bondage.
Izvirnik
Περιστερὰ ἔν τινι περιστερεῶνι τρεφομένη ἐπὶ πολυτεκνίᾳ ἐφρυάττετο. Κορώνη δὲ αὐτῆς ἀκούσασα ἔφη· ,,ἀλλʼ, ὦ αὕτη, πέπαυσο ἐπὶ τούτῳ ἀλαζονευομένη· ὅσον γὰρ ἂν πλείονα ποιῇς, τοσοῦτον περιττοτέρας λύπας συνάγεις.“
Οὕτω καὶ τῶν οἰκετῶν δυστυχέστατοί εἰσιν, ὅσοι ἐν τῇ δουλείᾳ τέκνα ποιοῦσι πολλά.