Waltey

Prevod

A man entered an apiary while its owner was away and stole the honeycomb. When the owner returned and saw the hives empty, he stood there examining them. The bees came back from foraging, found him there, and stung him mercilessly. He said to them, “You wretched creatures! You let the man who stole your honeycombs go unharmed, yet you sting me, who takes care of you?” The fable shows how some people, through ignorance, fail to guard against their enemies and drive away their friends as though they were plotting against them.

Izvirnik

Εἰς μελιττουργεῖόν τις εἰσελθὼν τοῦ κεκτημένου ἀπόντος, τὸ κηρίον ἀφείλετο. Ὁ δὲ ἐπανελθὼν, ἐπειδὴ τὰς κυψέλας εἶδεν ἐρήμους, εἰστήκει τὸ κατʼ αὐτὰς διερευνώμενος. Αἱ δὲ μέλισσαι ἀπὸ τῆς νομῆς ἐπανήκουσαι, ὡς κατέλαβον αὐτὸν, τοῖς κέντροις ἔπαιον, καὶ τὰ χείριστα διετίθουν. Ὁ δὲ πρὸς αὐτάς· „κάκιστα ζῶα, τὸν μὲν κλέψαντα ὑμῶν τὰ κηρία ἀθῶον ἀφήκατε, ἐμὲ δὲ τὸν ἐπιμελούμενον ὑμῶν πλήττετε;“

Ὁ μῦθος δηλοῖ, ὅτι οὕτω τῶν ἀνθρώπων τινὲς, διʼ ἄγνοιαν τοὺς ἐχθροὺς μὴ φυλαττόμενοι, τοὺς φίλους ὡς ἐπιβούλους ἀπωθοῦνται.

Nalagam bralnik